Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.64 Joseph. AJ 8.68 (English) >>Joseph. AJ 8.72

8.66ἕκαστος δὲ τῶν οἴκων τούτων εὖρος μὲν εἶχε πέντε πήχεις, μῆκος δὲ τοὺς αὐτούς, ὕψος δὲ εἴκοσιν. ἐπῳκοδόμηντο δὲ τούτοις ἄνωθεν ἕτεροι οἶκοι καὶ πάλιν ἄλλοι κατʼ αὐτῶν ἴσοι καὶ τοῖς μέτροις καὶ τῷ ἀριθμῷ, ὡς τὸ πᾶν ὕψος αὐτοὺς λαβεῖν τῷ κάτωθεν οἴκῳ παραπλήσιον· γὰρ ὑπερῷος οὐκ ἦν περιῳκοδομημένος. 8.67ὄροφος δὲ αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς πλησίον οὐ συνάπτων, τοῖς δʼ ἄλλοις ὑπῆρχεν στέγη κοινὴ διʼ ἀλλήλων δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι. 8.68τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης. 8.69 δʼ ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν μᾶλλον τῆς τῶν ἐργαλείων ἀνάγκης.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.64 Joseph. AJ 8.68 (English) >>Joseph. AJ 8.72

Powered by PhiloLogic